1.

[2.165] εἰ δὲ ἕπεται τοῦ ἀνθρώπου τῷ εἷναι τὸ καὶ ζῷον αὐτὸν ὑπάρχειν, καὶ διὰ τοῦτο ἀληθής ἐστιν ὁμολογουμένως ἡ ῾πᾶς ἄνθρωπος ζῷον᾽ πρότασις, ἅμα τῷ λεχθῆναι ὅτι Σωκράτης ἄνθρωπος συνεισάγεται καὶ τὸ ζῷον αὐτὸν εἶναι, ὡς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ῾Σωκράτης ἄνθρωπος, Σωκράτης ἄρα ζῷον,᾽ καὶ παρέλκειν τὴν ῾πᾶς ἄνθρωπος ζῷον᾽ πρότασιν.