1.

[2.166] παραπλησίαις δὲ μεθόδοις καὶ ἐπὶ τῶν ἄλλων πρώτων κατηγορικῶν λόγων χρῆσθαι δυνατόν ἐστιν, ἵνα μὴ νῦν ἐνδιατρίβωμεν.
Πλὴν ἐπεὶ παρέλκουσιν οὗτοι οἱ λόγοι ἐν οἷς τὴν ὑποβάθραν τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ (Cfr. § 146) τίθενται, ὅσον ἐπὶ τῇ παρολκῇ διατρέπεται πᾶσα ἡ διαλεκτική, μὴ δυναμένων ἡμῶν διακρῖναι τοὺς παρέλκοντας καὶ διὰ τοῦτο ἀσυνάκτους λόγους ἀπὸ τῶν συνακτικῶν καλουμένων συλλογισμῶν.