1.

[2.167] (§§ 167-168 Cfr. M VIII 451-452.) εἰ δὲ οὐκ ἀρέσκει τισὶ λόγους μονολημμάτους εἶναι, οὐκ εἰσὶν ἀξιοπιστότεροι Ἀντιπάτρου (SVF III 28 A.), ὃς οὐδὲ τοὺς τοιούτους λόγους ἀποδοκιμάζει.
Διὰ ταῦτα μὲν οὖν ἀνεπίκριτός ἐστιν ὁ παρὰ τοῖς διαλεκτικοῖς συνακτικὸς (Cfr. § 143) καλούμενος λόγος. ἀλλὰ καὶ ὁ ἀληθὴς λόγος ἀνεύρετός ἐστι διά τε τὰ προειρημένα (Cfr. §§ 85-94, 138) καὶ ἐπεὶ πάντως ὀφείλει εἰς ἀληθὲς λήγειν. τὸ γὰρ συμπέρασμα τὸ ἀληθὲς εἶναι λεγόμενον ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον.