1.

[2.168] καὶ φαινόμενον μὲν οὐδαμῶς˙ οὐ γὰρ ἂν δέοιτο τοῦ διὰ τῶν λημμάτων ἐκκαλύπτεσθαι δι' ἑαυτοῦ προσπίπτον καὶ οὐχ ἧττον τῶν λημμάτων αὐτοῦ φαινόμενον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων ἀνεπικρίτως διαπεφώνηται, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν (Cfr. § 116), διόπερ καὶ ἀκατάληπτά ἐστιν, ἀκατάληπτον ἔσται καὶ τὸ συμπέρασμα τοῦ ἀληθοῦς εἶναι λεγομένου λόγου. εἰ δὲ καὶ τοῦτο ἀκατάληπτόν ἐστιν, οὐ γνωσόμεθα, πότερον ἀληθές ἐστι τὸ συναγόμενον ἢ ψεῦδος. ἀγνοήσομεν οὖν, πότερον ἀληθής ἐστιν ὁ λόγος ἢ ψευδής, καὶ ἀνεύρετος ἔσται ὁ ἀληθὴς λόγος.