1.

[2.170] διὰ δὲ ταῦτα οὐδὲ ἐκκαλύπτεται ὑπὸ τῶν λημμάτων ἡ ἐπιφορά, ἤτοι ἄδηλος οὖσα καὶ μὴ καταλαμβανομένη, ἢ πρόδηλος καὶ μὴ δεομένη τοῦ ἐκκαλύψοντος. εἰ τοίνυν ἡ ἀπόδειξις λόγος εἶναι λέγεται (Cfr. §§ 135, 143 sqq.) κατὰ συναγωγήν, τουτέστι συνακτικός, διά τινων ὁμολογουμένως ἀληθῶν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον, ὑπεμνήσαμεν δὲ ἡμεῖς, ὅτι οὔτε λόγος τις ἔστιν οὔτε συνακτικὸς οὔτε ἀληθὴς οὔτε διά τινων προδήλων ἄδηλον συνάγων οὔτε ἐκκαλυπτικὸς τοῦ συμπεράσματος, φανερόν ἐστιν ὅτι ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις.