1.

[2.171] (§§ 171-172 Cfr. M VIII 382-384) Καὶ κατ' ἐκείνην δὲ τὴν ἐπιβολὴν ἀνύπαρκτον ἢ καὶ ἀνεπινόητον εὑρήσομεν τὴν ἀπόδειξιν. ὁ γὰρ λέγων εἶναι ἀπόδειξιν ἤτοι γενικὴν τίθησιν ἀπόδειξιν ἢ εἰδικήν τινα˙ ἀλλ' οὔτε τὴν γενικὴν οὔτε εἰδικὴν ἀπόδειξιν τιθέναι δυνατόν, ὡς ὑπομνήσομεν˙ παρὰ δὲ ταύτας ἄλλο τι νοεῖν οὐκ ἐνδέχεται˙ οὐκ ἄρα δύναταί τις ὡς ὑπάρχουσαν τιθέναι τὴν ἀπόδειξιν.