HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-2,172
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-2,172.rdf
1.
[2.172] (§ 172 Cfr.
M
VIII 345 et 383-384) ἡ μὲν οὖν γενικὴ ἀπόδειξις ἀνυπόστατός ἐστι διὰ τάδε. ἤτοι ἔχει λήμματά τινα
καί τινα ἐπιφορὰν ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, οὐδὲ ἀπόδειξίς ἐστιν˙ εἰ δὲ λήμματά τινα
ἔχει καὶ ἐπιφοράν τινα, ἐπεὶ πᾶν τὸ ἀποδεικνύμενον οὕτω καὶ ἀποδεικνύον ἐπὶ μέρους ἐστίν (Cfr.
M
VIII 384), εἰδικὴ ἔσται ἀπόδειξις˙ οὐκ ἄρα ἔστι τις
γενικὴ ἀπόδειξις.