1.

[2.172] (§ 172 Cfr. M VIII 345 et 383-384) ἡ μὲν οὖν γενικὴ ἀπόδειξις ἀνυπόστατός ἐστι διὰ τάδε. ἤτοι ἔχει λήμματά τινα καί τινα ἐπιφορὰν ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, οὐδὲ ἀπόδειξίς ἐστιν˙ εἰ δὲ λήμματά τινα ἔχει καὶ ἐπιφοράν τινα, ἐπεὶ πᾶν τὸ ἀποδεικνύμενον οὕτω καὶ ἀποδεικνύον ἐπὶ μέρους ἐστίν (Cfr. M VIII 384), εἰδικὴ ἔσται ἀπόδειξις˙ οὐκ ἄρα ἔστι τις γενικὴ ἀπόδειξις.