1.

[2.173] (§§ 173-176 Cfr. M VIII 385-390) ἀλλ' οὐδὲ εἰδική. ἤτοι γὰρ τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς σύστημα ἀπόδειξιν ἐροῦσιν, ἢ τὸ σύστημα τῶν λημμάτων μόνον˙ οὐθέτερον δὲ τούτων ἐστὶν ἀπόδειξις, ὡς παραστήσω˙ οὐκ ἄρα ἔστιν εἰδικὴ ἀπόδειξις.