1.

[2.175] εἶτα καὶ ἐπεὶ πρός τι φασὶν εἶναι τὴν ἀπόδειξιν καὶ πρὸς τὴν ἐπιφοράν, τὰ δὲ πρός τι πρὸς ἑτέροις νοεῖται, ὡς αὐτοί φασιν, ἕτερον εἶναι δεῖ τὸ ἀποδεικνύμενον τῆς ἀποδείξεως˙ εἰ οὖν τὸ συμπέρασμά ἐστι τὸ ἀποδεικνύμενον, οὐ νοηθήσεται ἡ ἀπόδειξις σὺν τῷ συμπεράσματι. καὶ γὰρ ἤτοι συμβάλλεταί τι πρὸς τὴν ἀπόδειξιν ἑαυτοῦ τὸ συμπέρασμα ἢ οὐδαμῶς˙ ἀλλ' εἰ μὲν συμβάλλεται, ἑαυτοῦ ἔσται ἐκκαλυπτικόν, εἰ δὲ οὐ συμβάλλεται ἀλλὰ παρέλκει, οὐδὲ μέρος τῆς ἀποδείξεως ἔσται, ἐπεὶ κἀκείνην κατὰ παρολκὴν ἐροῦμεν εἶναι μοχθηράν.