1.

[2.177] (§§ 177-179 Cfr.M VIII 391-395.) Ἔτι ἐκ τούτων τὸ ἀνυπόστατον τῆς ἀποδείξεως ἔνεστιν ὑπομιμνῄσκειν. εἰ γὰρ ἔστιν ἀπόδειξις, ἤτοι φαινομένη φαινομένου ἐστὶν ἐκκαλυπτικὴ ἢ ἄδηλος ἀδήλου ἢ ἄδηλος φαινομένου ἢ φαινομένη ἀδήλου˙ οὐδενὸς δὲ τούτων ἐκκαλυπτικὴ δύναται ἐπινοεῖσθαι˙ ἀνεπινόητος ἄρα ἐστίν.