1.

[2.178] εἰ μὲν γὰρ φαινομένη φαινομένου ἐκκαλυπτική ἐστιν, ἔσται τὸ ἐκκαλυπτόμενον ἅμα φαινόμενόν τε καὶ ἄδηλον, φαινόμενον μέν, ἐπεὶ τοιοῦτον εἶναι ὑπετέθη, ἄδηλον δέ, ἐπεὶ δεῖται τοῦ ἐκκαλύψοντος καὶ οὐκ ἐξ ἑαυτοῦ ὑποπίπτει ἡμῖν σαφῶς. εἰ δὲ ἄδηλος ἀδήλου, αὐτὴ δεήσεται τοῦ ἐκκαλύψοντος αὐτὴν καὶ οὐκ ἔσται ἐκκαλυπτικὴ ἑτέρων, ὅπερ ἀφέστηκε τῆς ἐννοίας τῆς ἀποδείξεως.