1.

[2.179] διὰ δὲ ταῦτα οὐδὲ ἄδηλος προδήλου δύναται εἶναι ἀπόδειξις˙ ἀλλ' οὐδὲ πρόδηλος ἀδήλου˙ ἐπεὶ γὰρ πρός τι ἐστίν, τὰ δὲ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται, συγκαταλαμβανόμενον τῇ προδήλῳ ἀποδείξει τὸ ἀποδείκνυσθαι λεγόμενον πρόδηλον ἔσται, ὡς περιτρέπεσθαι τὸν λόγον καὶ μὴ εὑρίσκεσθαι πρόδηλον αὐτὴν ἀδήλου ἀποδεικτικήν. εἰ οὖν μήτε φαινομένη φαινομένου ἐστὶν ἡ ἀπόδειξις μήτε ἄδηλος ἀδήλου μήτε ἄδηλος προδήλου μήτε πρόδηλος ἀδήλου, παρὰ δὲ ταῦτα οὐδὲν εἶναι λέγουσιν, λεκτέον μηδὲν εἶναι τὴν ἀπόδειξιν.