1.

[2.181] καὶ ἄλλως ἡ ἀπόδειξις δόγμα πάντως περιέχει, περὶ παντὸς δὲ δόγματος διαπεφωνήκασιν, ὥστε περὶ πάσης ἀποδείξεως ἀνάγκη εἶναι διαφωνίαν. εἰ γὰρ τῆς ἀποδείξεως τοῦ εἶναι κενὸν λόγου ἕνεκεν ὁμολογουμένης καὶ τὸ εἶναι κενὸν (Cfr. § 245, M VIII 329) συνομολογεῖται, δῆλον ὅτι οἱ ἀμφισβητοῦντες περὶ τοῦ εἶναι κενὸν καὶ περὶ τῆς ἀποδείξεως αὐτοῦ ἀμφισβητοῦσιν˙ καὶ περὶ τῶν ἄλλων δογμάτων, ὧν εἰσιν αἱ ἀποδείξεις, ὁ αὐτὸς λόγος. πᾶσα τοίνυν ἀπόδειξις ἀμφισβητεῖται καὶ ἐν διαφωνίᾳ ἐστίν.