1.

[2.182] ἐπεὶ οὖν ἄδηλός ἐστιν ἡ ἀπόδειξις διὰ τὴν διαφωνίαν τὴν περὶ αὐτῆς (τὰ γὰρ διάφωνα, καθὸ διαπεφώνηται, ἄδηλά ἐστιν), οὐκ ἔστιν ἐξ ἑαυτῆς προῦπτος ἀλλ' ἐξ ἀποδείξεως ὀφείλει ἡμῖν συνίστασθαι. ἡ οὖν ἀπόδειξις δι' ἧς κατασκευάζεται ἡ ἀπόδειξις, ὁμολογουμένη μὲν καὶ προῦπτος οὐκ ἔσται (ζητοῦμεν γὰρ νῦν εἰ ἔστιν ἀπόδειξις ὅλως), διαφωνουμένη δὲ καὶ ἄδηλος οὖσα δεήσεται ἀποδείξεως ἄλλης, κἀκείνη ἄλλης, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι˙ ἀδύνατον ἄρα παραστῆσαι ὅτι ἔστιν ἀπόδειξις.