1.

[2.183] ἀλλ' οὐδὲ διὰ σημείου δύναται ἐκκαλύπτεσθαι. ζητουμένου (Cfr. §§ 104 sqq. et 121) γὰρ τοῦ εἰ ἔστι σημεῖον, καὶ ἀποδείξεως τοῦ σημείου δεομένου πρὸς τὴν ἑαυτοῦ ὕπαρξιν, ὁ δι' ἀλλήλων εὑρίσκεται τρόπος, τῆς μὲν ἀποδείξεως σημείου δεομένης, τοῦ δὲ σημείου πάλιν ἀποδείξεως˙ ὅπερ ἄτοπον. διὰ δὲ ταῦτα οὐδὲ ἐπικρῖναι δυνατόν ἐστι 〈τὴν〉 περὶ τῆς ἀποδείξεως διαφωνίαν, ἐπεὶ χρῄζει μὲν κριτηρίου ἡ ἐπίκρισις, ζητήσεως δὲ οὔσης περὶ τοῦ εἰ ἔστι κριτήριον, ὡς παρεστήσαμεν (Cfr. §§ 48 sqq.), καὶ διὰ τοῦτο ἀποδείξεως τοῦ κριτηρίου δεομένου τῆς δεικνυούσης ὅτι ἔστι τι κριτήριον, ὁ διάλληλος τρόπος τῆς ἀπορίας εὑρίσκεται πάλιν.