1.

[2.184] εἰ οὖν μήτε δι' ἀποδείξεως μήτε διὰ σημείου μήτε διὰ κριτηρίου ἔστιν ὑπομνῆσαι ὅτι ἔστιν ἀπόδειξις, ἀλλ' οὐδ' ἐξ ἑαυτῆς πρόδηλός ἐστιν, ὡς παρεστήσαμεν (Cfr. § 144), ἀκατάληπτον ἔσται εἰ ἔστιν ἀπόδειξις. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτος ἔσται ἡ ἀπόδειξις˙ νενόηται μὲν γὰρ σὺν τῷ ἀποδεικνύναι, ἀποδεικνύναι δὲ οὐκ ἂν δύναιτο μὴ καταλαμβανομένη. διόπερ οὐδὲ ἀπόδειξις ἔσται.