1.

[2.186] (§ 186 Cfr.M VIII 466-469.) ὅθεν καὶ τοιοῦτον συνερωτῶσι λόγον˙ ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις˙ εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις (Cfr. § 131)˙ ἤτοι δὲ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις˙ ἔστιν ἄρα ἀπόδειξις᾽. ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτον ἐρωτῶσι τὸν λόγον˙ ῾τὸ τοῖς ἀντικειμένοις ἑπόμενον οὐ μόνον ἀληθές ἐστιν, ἀλλὰ καὶ ἀναγκαῖον˙ ἀντίκειται δὲ ταῦτα ἀλλήλοις ῾῾ἔστιν ἀπόδειξις - οὐκ ἔστιν ἀπόδειξις᾽᾽, ὧν ἑκατέρῳ ἀκολουθεῖ τὸ εἶναι ἀπόδειξιν˙ ἔστιν ἄρα ἀπόδειξις᾽.