1.

[2.187] (§ 187 Cfr.M VIII 473-478) ἔνεστι μὲν οὖν πρὸς ταῦτα ἀντιλέγειν, οἷον γοῦν, ἐπεὶ μὴ νομίζομέν τινα λόγον εἶναι ἀποδεικτικόν, καὶ τοὺς κατὰ τῆς ἀποδείξεως λόγους οὐ πάντως φαμὲν ἀποδεικτικοὺς εἶναι ἀλλὰ φαίνεσθαι ἡμῖν πιθανούς˙ οἱ δὲ πιθανοὶ οὐκ ἐξ ἀνάγκης εἰσὶν ἀποδεικτικοί. εἰ δὲ ἄρα καὶ ἀποδεικτικοί εἰσιν (ὅπερ οὐ διαβεβαιούμεθα) πάντως καὶ ἀληθεῖς. ἀληθεῖς δέ εἰσι λόγοι δι' ἀληθῶν ἀληθὲς συνάγοντες˙ οὐκοῦν ἀληθής ἐστιν αὐτῶν ἡ ἐπιφορά. ἦν δέ γε αὕτη ῾οὐκ ἔστιν ἄρα ἀπόδειξις᾽˙ 〈ἀληθὲς〉 ἄρα ἔστι τὸ ῾οὐκ ἔστιν ἀπόδειξις᾽ ἐκ περιτροπῆς.