1.

[2.188] (§ 188 Cfr.M VIII 480-481) δύνανται δὲ οἱ λόγοι, καθάπερ καὶ τὰ καθαρτικὰ φάρμακα ταῖς ἐν τῷ σώματι ὑποκειμέναις ὕλαις ἑαυτὰ συνεξάγει, οὕτω καὶ αὐτοὶ τοῖς ἄλλοις λόγοις τοῖς ἀποδεικτικοῖς εἶναι λεγομένοις καὶ ἑαυτοὺς συμπεριγράφειν. τοῦτο γὰρ οὐκ ἔστιν ἀπεμφαῖνον, ἐπεὶ καὶ ἡ φωνὴ αὕτη ἡ ῾οὐδέν ἐστιν ἀληθές᾽ οὐ μόνον τῶν ἄλλων ἕκαστον ἀναιρεῖ, ἀλλὰ καὶ ἑαυτὴν ἐκείνοις συμπεριτρέπει. ὅ τε λόγος οὗτος δύναται δείκνυσθαι ἀσύνακτος ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις˙ εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις˙ ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν˙ ἔστιν ἄρα᾽, καὶ διὰ πλειόνων μέν, ὡς δὲ πρὸς τὸ παρὸν ἀρκούντως διὰ τοῦδε τοῦ ἐπιχειρήματος.