1.

[2.189] εἰ ὑγιές ἐστι τὸ συνημμένον τοῦτο ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾽, δεῖ τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος, τουτέστι τὸ ῾οὐκ ἔστιν ἀπόδειξις᾽, μάχεσθαι τῷ ῾ἔστιν ἀπόδειξις᾽˙ τοῦτο γάρ ἐστι τοῦ συνημμένου τὸ ἡγούμενον. ἀδύνατον δέ ἐστι κατ' αὐτοὺς συνημμένον ὑγιὲς εἶναι ἐκ μαχομένων ἀξιωμάτων συνεστώς. τὸ μὲν γὰρ συνημμένον ἐπαγγέλλεται ὄντος τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, τὰ δὲ μαχόμενα τοὐναντίον, ὄντος τοῦ ἑτέρου αὐτῶν ὁποιουδήποτε ἀδύνατον εἶναι τὸ λοιπὸν ὑπάρχειν. ὄντος ἄρα ὑγιοῦς τοῦδε τοῦ συνημμένου ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾽ οὐ δύναται ὑγιὲς εἶναι τοῦτο 〈τὸ〉 συνημμένον ῾εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις.᾽