1.

[2.191] ἐκείνου κατὰ συγχώρησιν ὡς ὑγιοῦς τιθεμένου. μὴ μαχομένου δὲ τοῦ ῾οὐκ ἔστιν ἀπόδειξις᾽ τῷ ῾ἔστιν ἀπόδειξις᾽ οὐδὲ τὸ διεζευγμένον ὑγιὲς ἔσται τὸ ῾ἤτοι ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις᾽˙ τὸ γὰρ ὑγιὲς διεζευγμένον ἐπαγγέλλεται ἓν τῶν ἐν αὐτῷ ὑγιὲς ἀληθές [Note:
0. Lascio il testo trádito (ὑγιές), come Annas-Barnes 1994, 119, n. an e Pellegrin 1997, 309, n. 3, contro la correzione ἀληθές di Heintz 1932, 68, accolta da Mutschmann/Mau.
] εἶναι, τὸ δὲ λοιπὸν ἢ τὰ λοιπὰ ψεῦδος ἢ ψευδῆ μετὰ μάχης. ἢ εἴπερ ὑγιές ἐστι τὸ διεζευγμένον, πάλιν φαῦλον εὑρίσκεται τὸ ῾εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾽ συνημμένον, ἐκ μαχομένων συνεστώς. οὐκοῦν ἀσύμφωνά τέ ἐστι καὶ ἀλλήλων ἀναιρετικὰ τὰ ἐν τῷ λόγῳ τῷ προειρημένῳ λήμματα˙