1.

[2.194] ἐξ ἐπιμέτρου δὲ οὐ χεῖρον ἴσως καὶ ἰδίᾳ περὶ αὐτῶν διαλαβεῖν, ἐπεὶ μάλιστα ἐπ' αὐτοῖς μέγα φρονοῦσιν. πολλὰ μὲν οὖν ἔστι λέγειν τὸ ἀνυπόστατον αὐτῶν ὑπομιμνῄσκοντας˙ ὡς ἐν ὑποτυπώσει δὲ ἀρκεῖ τῇδε τῇ μεθόδῳ χρῆσθαι κατὰ αὐτῶν. λέξω δὲ καὶ νῦν περὶ τῶν ἀναποδείκτων (Cfr. § 157)˙ τούτων γὰρ ἀναιρουμένων καὶ οἱ λοιποὶ σύμπαντες λόγοι διατρέπονται, τὴν ἀπόδειξιν τοῦ συνάγειν ἀπ' αὐτῶν ἔχοντες.