1.

[2.197] παραπλησίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ῾Σωκράτης ἄνθρωπος, οὐδεὶς δὲ ἄνθρωπος τετράπους, Σωκράτης ἄρα οὔκ ἐστι τετράπους᾽ τὴν μὲν ῾οὐδεὶς ἄνθρωπος τετράπους᾽ πρότασιν ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βουλόμενοι βεβαιοῦν, ἑκάστην δὲ τῶν κατὰ μέρος ἐκ τῆς ῾οὐδεὶς ἄνθρωπος τετράπους᾽ συλλογίζεσθαι θέλοντες, τῇ κατὰ τὸν διάλληλον ἀπορίᾳ περιπίπτουσιν.