1.

[2.198] ὁμοίως δὲ ἐφοδευτέον καὶ τοὺς λοιποὺς τῶν παρὰ τοῖς Περιπατητικοῖς λεγομένων ἀναποδείκτων. ἀλλὰ καὶ τοὺς τοιούτους ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν 〈ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν〉 † [Note:
0. Accetto l'integrazione 〈ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν〉 di Annas-Barnes, 121, n. ap.
]˙ τό τε γὰρ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστι᾽ συνακτικόν ἐστιν, ὡς φασί, τοῦ ῾φῶς ἔστι᾽, τό τε ῾φῶς ἔστι᾽ μετὰ τοῦ ῾ἡμέρα ἔστι᾽ βεβαιωτικόν ἐστι τοῦ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽ οὐ γὰρ ἂν ὑγιὲς ἐνομίσθη τὸ προειρημένον συνημμένον εἶναι, εἰ μὴ πρότερον τεθεώρητο συνυπάρχον ἀεὶ τὸ ῾φῶς ἔστι᾽ τῷ ῾ἡμέρα ἔστιν᾽.