1.

[2.199] εἰ οὖν δεῖ προκατειληφέναι, ὅτι ἡμέρας οὔσης πάντως ἔστι καὶ φῶς, εἰς τὸ συνθεῖναι τὸ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστι᾽ συνημμένον, διὰ δὲ τοῦ συνημμένου τούτου συνάγεται τὸ ὅτι ἡμέρας οὔσης φῶς ἔστιν, τὴν μὲν συνύπαρξιν τοῦ ἡμέραν εἶναι καὶ τοῦ φῶς εἶναι συνάγοντος τοῦ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστι᾽ συνημμένου ὅσον ἐπὶ τῷ προκειμένῳ ἀναποδείκτῳ, τὸ δὲ συνημμένον τῆς συνυπάρξεως τῶν προειρημένων βεβαιούσης, κἀνταῦθα ὁ διάλληλος τρόπος τῆς ἀπορίας ἀνατρέπει τὴν ὑπόστασιν τοῦ λόγου.