1.

[2.200] ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ οὐχὶ δὲ φῶς ἔστιν˙ οὐκ ἄρα ἡμέρα ἔστιν᾽. ἐκ μὲν γὰρ τοῦ μὴ ἄνευ φωτὸς ἡμέραν θεωρεῖσθαι ὑγιὲς ἂν εἶναι νομισθείη τὸ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστι᾽ συνημμένον, ὡς εἴγε καθ' ὑπόθεσιν ἡμέρα μὲν φανείη ποτέ, φῶς δὲ μή, ψεῦδος ἂν λεχθείη τὸ συνημμένον εἶναι˙ ὅσον δὲ ἐπὶ τῷ προειρημένῳ ἀναποδείκτῳ τὸ μὴ εἶναι ἡμέραν φωτὸς μὴ ὄντος διὰ τοῦ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστι᾽ συνάγεται, ὥστε ἑκάτερον αὐτῶν πρὸς τὴν ἑαυτοῦ βεβαίωσιν χρῄζει τοῦ τὸ ἕτερον βεβαίως εἰλῆφθαι, ἵνα δι' αὐτοῦ πιστὸν γένηται κατὰ τὸν διάλληλον τρόπον.