1.

[2.201] ἀλλὰ καὶ ἐκ τοῦ μὴ δύνασθαι ἀλλήλοις συνυπάρχειν τινά, οἷον ἡμέραν, εἰ τύχοι, καὶ νύκτα, τό τε ἀποφατικὸν τῆς συμπλοκῆς (Cfr. § 158), τὸ ῾οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστι᾽, καὶ τὸ διεζευγμένον, τὸ ῾ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν᾽, ὑγιῆ νομίζοιτο ἂν εἶναι. ἀλλὰ τὸ 〈μὴ〉 συνυπάρχειν αὐτὰ βεβαιοῦσθαι νομίζουσι διά τε τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς καὶ τοῦ διεζευγμένου, λέγοντες ῾οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν˙ ἀλλὰ μὴν νὺξ ἔστιν˙ οὐκ ἄρα ἡμέρα ἔστιν᾽˙ ῾ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν˙ ἀλλὰ μὴν νὺξ ἔστιν˙ οὐκ ἄρα ἡμέρα ἔστιν᾽, ἢ ῾οὐχὶ δὲ νὺξ ἔστιν˙ ἡμέρα ἄρα ἔστιν᾽.