1.

[2.214] ιη´ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως.
Εὐθέως οὖν τὰς ἐπιστήμας τῶν φύσει φασὶν εἶναι, τῶν θέσει δὲ οὐδαμῶς, καὶ εἰκότως. ἡ μὲν γὰρ ἐπιστήμη βέβαιόν τι καὶ ἀμετάπτωτον πρᾶγμα εἶναι θέλει, τὰ δὲ θέσει ῥᾳδίαν ἔχει καὶ εὐμετάπτωτον τὴν μεταβολήν, ταῖς ἐναλλαγαῖς τῶν θέσεων, αἵ εἰσιν ἐφ' ἡμῖν, ἑτεροιούμενα. ἐπεὶ οὖν τὰ ὀνόματα θέσει σημαίνει καὶ οὐ φύσει (πάντες γὰρ ἂν συνίεσαν πάντα τὰ ὑπὸ τῶν φωνῶν σημαινόμενα, ὁμοίως Ἕλληνές τε καὶ βάρβαροι, πρὸς τῷ καὶ ἐφ' ἡμῖν εἶναι τὰ σημαινόμενα οἷς ἂν βουλώμεθα ὀνόμασιν 〈καὶ〉 ἑτέροις ἀεὶ δηλοῦν τε καὶ σημαίνειν), πῶς ἂν δυνατὸν εἴη διαιρετικὴν ὀνόματος εἰς σημαινόμενα ἐπιστήμην εἶναι; ἢ πῶς ἐπιστήμη σημαινόντων τε καὶ σημαινομένων, ὡς οἴονταί τινες, ἡ διαλεκτικὴ δύναιτ' ἂν ὑπάρχειν;