1.

[2.215] ιθ´ περὶ ὅλου καὶ μέρους.
Περὶ δὲ ὅλου καὶ μέρους διαλεξόμεθα μὲν καὶ ἐν τοῖς φυσικοῖς δὴ λεγομένοις (= III 98 sqq.; Cfr. M IX 297 sqq., 330 sqq.; X 304), ἐπὶ δὲ τοῦ παρόντος περὶ τῆς λεγομένης διαιρέσεως τοῦ ὅλου εἰς τὰ μέρη αὐτοῦ τάδε λεκτέον. ὅταν λέγῃ τις διαιρεῖσθαι τὴν δεκάδα εἰς μονάδα καὶ δύο καὶ τρία καὶ τέσσαρα, οὐ διαιρεῖται εἰς ταῦτα ἡ δεκάς. ἅμα γὰρ τῷ τὸ πρῶτον αὐτῆς ἀρθῆναι μέρος, ἵνα κατὰ συγχώρησιν νῦν τοῦτο δῶμεν, οἷον τὴν μονάδα, οὐκέτι ὑπόκειται ἡ δεκάς, ἀλλ' ἐννέα καὶ ὅλως ἕτερόν τι παρὰ τὴν δεκάδα.