1.

[2.222] εἰ δὲ μήτε ὅλου μετέσχηκεν ἕκαστον εἶδος τοῦ γένους μήτε μέρους αὐτοῦ, πῶς ἂν λέγοιτο ἓν εἶναι γένος ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ, ὥστε καὶ εἰς αὐτὰ διαιρεῖσθαι; τάχα οὐκ ἂν ἔχοι τις λέγειν μὴ οὐχὶ ἀναπλάσσων τινὰς εἰδωλοποιήσεις, αἳ ταῖς ἐκείνων αὐτῶν ἀνεπικρίτοις διαφωνίαις κατὰ τὰς σκεπτικὰς ἐφόδους περιτραπήσονται (Cfr. III 189).