1.

[2.225] εἰ δὲ τὰ ἕτερα μόνα ἐστί, τούτων τὸ γένος τῶν λοιπῶν οὐκ ἔσται γένος, οἷον εἰ σῶμα τὸ τὶ, τῶν ἀσωμάτων, καὶ εἰ λογικὸν τὸ ζῷον, τῶν ἀλόγων, ὡς μήτε ἀσώματόν ῾τι᾽ εἶναι μήτε ζῷον ἄλογον ζῷον μήτε ἄλογον [Note:
0. Accetto la ricostruzione di Heintz, 69 (μήτε ζῷον ἄλογον); per altre soluzioni cfr. Annas-Barnes, 129, n. az e Mates, 286.
], καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως˙ ὅπερ ἄτοπον. οὐκοῦν οὔτε καὶ τοῖον καὶ τοῖον τὸ γένος, οὔτε τοῖον μὲν τοῖον δὲ οὔ, οὔτε μὴν οὔτε τοῖον οὔτε τοῖον δύναται εἶναι [γένος]˙ εἰ δὲ τοῦτο, οὐδὲ ἔστιν ὅλως τὸ γένος. εἰ δὲ λέγοι τις ὅτι δυνάμει πάντα ἐστὶ τὸ γένος, λέξομεν, ὡς τὸ δυνάμει τι ὂν δεῖ τι καὶ ἐνεργείᾳ εἶναι, οἷον οὐ δύναταί τις γραμματικὸς εἶναι μή τις ὤν μή τις [Note:
0. Accetto la lezione μή τις ὤν di Gen.; diverse le soluzioni in Mutschmann, che segue G (μή τις) e Annas-Barnes, 129, n. ba, che seguono T (nisi et actu).
] ἐνεργείᾳ. καὶ τὸ γένος οὖν εἰ δυνάμει πάντα ἐστίν, ἐρωτῶμεν αὐτοὺς τί ἐστιν ἐνεργείᾳ, καὶ οὕτω μένουσιν αἱ αὐταὶ ἀπορίαι. τἀναντία μὲν γὰρ πάντα ἐνεργείᾳ εἶναι οὐ δύναται.