1.

[2.226] ἀλλ' οὐδὲ τὰ μὲν καὶ ἐνεργείᾳ τὰ δὲ δυνάμει μόνον, οἷον σῶμα μὲν ἐνεργείᾳ, δυνάμει δὲ ἀσώματον. δυνάμει γάρ ἐστιν ὃ οἷόν τέ ἐστιν ἐνεργείᾳ ὑποστῆναι, τὸ δὲ σῶμα ἐνεργείᾳ 〈ὂν〉 ἀδύνατόν ἐστιν ἀσώματον γενέσθαι κατ' ἐνέργειαν, ὥστε εἰ λόγου χάριν σῶμά 〈τό τι〉 〈τι〉 [Note:
0. Accetto, con Mau, l'integrazione 〈τό τι〉 di Heintz, 69-70, respinta invece da Annas-Barnes, 129, n. bb.
] ἔστιν ἐνεργείᾳ, οὔκ ἐστιν ἀσώματον δυνάμει, καὶ τὸ ἀνάπαλιν. οὐκοῦν οὐκ ἐνδέχεται τὸ γένος τὰ μὲν ἐνεργείᾳ εἶναι τὰ δὲ δυνάμει μόνον. εἰ δὲ οὐδὲν ὅλως ἐστὶν ἐνεργείᾳ, οὐδὲ ὑφέστηκεν. οὐκοῦν οὐδέν ἐστι τὸ γένος, ὃ διαιρεῖν εἰς τὰ εἴδη λέγουσιν.