1.

[2.227] ἔτι καὶ τοῦτο θεάσασθαι ἄξιον. ὥσπερ γὰρ, ἐπεὶ ὁ αὐτός ἐστιν Ἀλέξανδρος καὶ Πάρις, οὐκ ἐνδέχεται τὸ μὲν ῾ Ἀλέξανδρος περιπατεῖ᾽ ἀληθὲς εἶναι, τὸ δὲ ῾Πάρις περιπατεῖ᾽ ψεῦδος, οὕτως εἰ τὸ αὐτό ἐστι τὸ ἄνθρωπον εἶναι Θέωνι καὶ Δίωνι, εἰς σύνταξιν ἀξιώματος ἀγομένη ἡ ῾ἄνθρωπος᾽ προσηγορία (Cfr. DL VII 58) ἢ ἀληθὲς ἢ ψεῦδος ἐπ' ἀμφοτέρων ποιήσει τὸ ἀξίωμα. οὐ θεωρεῖται δὲ τοῦτο˙ τοῦ μὲν γὰρ Δίωνος καθημένου Θέωνος δὲ περιπατοῦντος τὸ ῾ἄνθρωπος περιπατεῖ᾽ ἐφ' οὗ μὲν λεγόμενον ἀληθές ἐστιν, ἐφ' οὗ δὲ ψεῦδος. οὐκ ἄρα κοινή ἐστιν ἀμφοτέρων ἡ ῾ἄνθρωπος᾽ προσηγορία, οὐδὲ ἡ αὐτὴ ἀμφοῖν, ἀλλ' εἰ ἄρα, ἰδία ἑκατέρου.