1.

[2.228] κα´ περὶ κοινῶν συμβεβηκότων.
Παραπλήσια δὲ λέγεται καὶ περὶ τῶν κοινῶν συμβεβηκότων. εἰ γὰρ ἓν καὶ τὸ αὐτὸ συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ὁρᾶν, ἐὰν καθ' ὑπόθεσιν φθαρῇ μὲν Δίων, Θέων δὲ περιῇ καὶ ὁρᾷ, ἤτοι τὴν ὅρασιν τοῦ ἐφθαρμένου Δίωνος ἄφθαρτον μένειν ἐροῦσιν, ὅπερ ἀπεμφαίνει, 〈ἢ〉 τὴν αὐτὴν ὅρασιν ἐφθάρθαι τε καὶ μὴ ἐφθάρθαι λέξουσιν, ὅπερ ἄτοπον˙ οὐκ ἄρα ἡ Θέωνος ὅρασις ἡ αὐτή ἐστι τῇ Δίωνος, ἀλλ' εἰ ἄρα, ἰδία ἑκατέρου. καὶ γὰρ εἰ ταὐτὸν συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ἀναπνεῖν, οὐκ ἐνδέχεται τὴν ἐν Θέωνι ἀναπνοὴν εἶναι, τὴν ἐν Δίωνι δὲ μὴ εἶναι˙ ἐνδέχεται˙ δὲ τοῦ μὲν φθαρέντος τοῦ δὲ περιόντος˙ οὐκ ἄρα ἡ αὐτή ἐστιν.
Περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον νῦν ἀρκέσει συντόμως λελέχθαι.