1.

[2.230] οἷον ψευδῆ μὲν ὡς ἐπὶ 〈τούτου〉 τοῦ σοφίσματος ἔχει ῾οὐδεὶς δίδωσι κατηγόρημα πιεῖν˙ κατηγόρημα δέ ἐστι τὸ ἀψίνθιον πιεῖν˙ οὐδεὶς ἄρα δίδωσιν ἀψίνθιον πιεῖν᾽, ἔτι δὲ ὅμοιον ψευδεῖ ὡς ἐπὶ τούτου ῾ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται, τοῦτο οὐκ ἔστιν ἄτοπον˙ οὔτε δὲ ἐνεδέχετο οὔτε ἐνδέχεται τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει˙ 〈οὐκ ἄρα ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει〉᾽.