1.

[2.231] ἔτι δὲ ἄδηλον οὕτως ῾οὐχὶ καὶ ἠρώτηκά τί σε πρῶτον, καὶ οὐχὶ οἱ ἀστέρες ἄρτιοί εἰσιν˙ ἠρώτηκα δέ τί σε πρῶτον˙ οἱ ἄρα ἀστέρες ἄρτιοί εἰσιν᾽. ἔτι δὲ ἀπρόσδεκτον ἄλλως, ὡς οἱ λεγόμενοι σολοικίζοντες λόγοι (Cfr. M I 210-216), οἷον ῾ὃ βλέπεις, ἔστιν˙ βλέπεις δὲ φρενιτικόν˙ ἔστιν ἄρα φρενιτικόν᾽. ῾ὃ ὁρᾷς, ἔστιν˙ ὁρᾷς δὲ φλεγμαίνοντα τόπον˙ ἔστιν ἄρα φλεγμαίνοντα τόπον᾽.