1.

[2.232] εἶτα μέντοι καὶ τὰς ἐπιλύσεις αὐτῶν [ὁρᾶν ἤτοι] παριστᾶν ἐπιχειροῦσι, λέγοντες ἐπὶ μὲν τοῦ πρώτου σοφίσματος, ὅτι ἄλλο διὰ τῶν λημμάτων συγκεχώρηται καὶ ἄλλο ἐπενήνεκται. συγκεχώρηται γὰρ τὸ μὴ πίνεσθαι κατηγόρημα, καὶ εἶναι κατηγόρημα τὸ ἀψίνθιον πίνειν, οὐκ αὐτὸ τὸ ἀψίνθιον. διὸ δέον ἐπιφέρειν ῾οὐδεὶς ἄρα πίνει τὸ ἀψίνθιον πίνειν᾽, ὅπερ ἐστὶν ἀληθές, ἐπενήνεκται ῾οὐδεὶς ἄρα ἀψίνθιον πίνει᾽, ὅπερ ἐστὶ ψεῦδος, οὐ συναγόμενον ἐκ τῶν συγκεχωρημένων λημμάτων.