1.

[2.233] ἐπὶ δὲ τοῦ δευτέρου, ὅτι δοκεῖ μὲν ἐπὶ ψεῦδος ἀπάγειν ὡς ποιεῖν τοὺς ἀνεπιστάτους ὀκνεῖν αὐτῷ συγκατατίθεσθαι, συνάγει δὲ ἀληθές, τὸ ῾οὐκ ἄρα ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει᾽. οὐδὲν γὰρ ἀξίωμα ἄτοπόν ἐστιν, ἀξίωμα δέ ἐστι τὸ ῾ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει᾽. διὸ οὐδὲ τοῦτο ἄτοπον.