1.

[2.241] καὶ οὕτως μὲν ἐπὶ τοῖς σοφίσμασι τοῖς χρησίμως ἀπαιτοῦσι τὴν διάλυσιν οὐδὲν ἕξει λέγειν ὁ διαλεκτικός, ἐρωτήσας δὲ ἡμᾶς τοιούτους λόγους (Cfr. Diog. Laert. II 11 et VI 39) ῾εἰ οὐχὶ [καὶ] καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις, κέρατα ἔχεις˙ οὐχὶ δὲ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις˙ κέρατα ἄρα ἔχεις.᾽