1.

[2.244] ῾ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός˙ μέλαν δὲ τὸ ὕδωρ ἐστίν. μέλαινα ἄρα ἐστὶν ἡ χιών᾽ (Cfr. I 33). καὶ τοιούτους τινὰς ἀθροίσας ὕθλους συνάγει τὰς ὀφρῦς, καὶ προχειρίζεται τὴν διαλεκτικήν, καὶ πάνυ σεμνῶς ἐπιχειρεῖ κατασκευάζειν ἡμῖν δι' ἀποδείξεων συλλογιστικῶν, ὅτι γίνεταί τι, καὶ ὅτι κινεῖταί τι, καὶ ὅτι ἡ χιών ἐστι λευκή, καὶ ὅτι κέρατα οὐκ ἔχομεν, καίτοι γε ἀρκοῦντος ἴσως τοῦ τὴν ἐνάργειαν αὐτοῖς ἀντιτιθέναι πρὸς τὸ θραύεσθαι τὴν διαβεβαιωτικὴν θέσιν αὐτῶν διὰ τῆς ἐκ τῶν φαινομένων ἰσοσθενοῦς αὐτῶν ἀντιμαρτυρήσεως. ταῦτά τοι καὶ ἐρωτηθεὶς φιλόσοφος 〈τις〉 (Cfr. DL VI 39) τὸν κατὰ τῆς κινήσεως λόγον σιωπῶν περιεπάτησεν, καὶ οἱ κατὰ τὸν βίον ἄνθρωποι πεζάς τε καὶ διαποντίους στέλλονται πορείας κατασκευάζουσί τε ναῦς καὶ οἰκίας καὶ παιδοποιοῦνται τῶν κατὰ τῆς κινήσεως καὶ γενέσεως ἀμελοῦντες λόγων.