1.

[2.245] φέρεται δὲ καὶ Ἡροφίλου τοῦ ἰατροῦ χαρίεν 〈τι〉 ἀπομνημόνευμα˙ συνεχρόνισε γὰρ οὗτος Διοδώρῳ (Cfr. I 234, II 110, M VIII 115-117, M I 309), ὃς ἐναπειροκαλῶν τῇ διαλεκτικῇ λόγους διεξῄει σοφιστικοὺς κατά τε ἄλλων πολλῶν καὶ τῆς κινήσεως. ὡς οὖν ἐκβαλών ποτε ὦμον ὁ Διόδωρος ἧκε θεραπευθησόμενος ὡς τὸν Ἡρόφιλον, ἐχαριεντίσατο ἐκεῖνος πρὸς αὐτὸν λέγων ῾ἤτοι ἐν ᾧ ἦν τόπῳ ὁ ὦμος ὢν ἐκπέπτωκεν, ἢ ἐν ᾧ οὐκ ἦν˙ οὔτε δὲ ἐν ᾧ ἦν οὔτε ἐν ᾧ οὐκ ἦν˙ οὐκ ἄρα ἐκπέπτωκεν᾽, ὡς τὸν σοφιστὴν λιπαρεῖν ἐᾶν μὲν τοὺς τοιούτους λόγους, τὴν δὲ ἐξ ἰατρικῆς ἁρμόζουσαν αὐτῷ προσάγειν θεραπείαν.