1.

[2.246] ἀρκεῖ γάρ, οἶμαι, τὸ ἐμπείρως τε καὶ ἀδοξάστως κατὰ τὰς κοινὰς τηρήσεις τε καὶ προλήψεις βιοῦν, περὶ τῶν ἐκ δογματικῆς περιεργίας καὶ μάλιστα ἔξω τῆς βιωτικῆς (Cfr. I 15 et 23 sqq.) χρείας λεγομένων ἐπέχοντας. εἰ οὖν ὅσα μὲν εὐχρήστως ἂν ἐπιλυθείη, ταῦτα οὐκ ἂν διαλύσαιτο ἡ διαλεκτική, ὅσα δὲ ἐπιλύεσθαι δοίη τις ἂν ἴσως ὑπ' αὐτῆς σοφίσματα, τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν, ἄχρηστός ἐστι κατὰ τὴν ἐπίλυσιν τῶν σοφισμάτων ἡ διαλεκτική.