1.

[2.247] Καὶ ἀπ' αὐτῶν δὲ τῶν παρὰ τοῖς διαλεκτικοῖς λεγομένων ὁρμώμενός τις οὕτως ἂν συντόμως ὑπομνήσειε περιττὰ εἶναι τὰ περὶ τῶν σοφισμάτων παρ' αὐτοῖς δὴ τεχνολογούμενα. ἐπὶ τὴν τέχνην τὴν διαλεκτικήν φασιν ὡρμηκέναι οἱ διαλεκτικοὶ οὐχ ἁπλῶς ὑπὲρ τοῦ γνῶναι τί ἐκ τίνος συνάγεται, ἀλλὰ προηγουμένως ὑπὲρ τοῦ δι' ἀποδεικτικῶν λόγων τὰ ἀληθῆ καὶ τὰ ψευδῆ κρίνειν ἐπίστασθαι˙ λέγουσιν οὖν λέγουσι γοῦν [Note:
0. Contro la correzione di Bekker (λέγουσι γοῦν), accetto il λέγουσιν οὖν di G; al riguardo cfr. anche Ebert 1991, 200ss., il quale propone giustamente di sottintendere λόγων dopo ἀληθων καὶ...
] εἶναι τὴν διαλεκτικὴν ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων (Cfr. DL VII 72).