1.

[2.248] ἐπεὶ τοίνυν αὐτοί φασιν ἀληθῆ (Cfr. §§ 137 sqq.) λόγον εἶναι τὸν δι' ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα συμπέρασμα, ἅμα τῷ ἐρωτηθῆναι λόγον ψεῦδος ἔχοντα τὸ συμπέρασμα εἰσόμεθα ὅτι ψευδής ἐστιν καὶ οὐ συγκαταθησόμεθα αὐτῷ. ἀνάγκη γὰρ καὶ αὐτὸν τὸν λόγον ἤτοι μὴ εἶναι συνακτικὸν ἢ μηδὲ τὰ λήμματα ἔχειν ἀληθῆ.