1.

[2.249] καὶ τοῦτο δῆλον ἐκ τῶνδε. ἤτοι ἀκολουθεῖ τὸ ἐν τῷ λόγῳ ψευδὲς συμπέρασμα τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἢ οὐκ ἀκολουθεῖ. ἀλλ' εἰ μὲν οὐκ ἀκολουθεῖ, οὐδὲ συνακτικὸς λόγος ἔσται˙ λέγουσι γὰρ (Cfr.
SVF fr. II 239 Arn. (ed).
) συνακτικὸν γίνεσθαι λόγον, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ τὸ ἐν αὐτῷ συμπέρασμα. εἰ δὲ ἀκολουθεῖ, ἀνάγκη καὶ τὴν διὰ τῶν λημμάτων συμπλοκὴν εἶναι ψευδῆ κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας˙ φασὶ γὰρ ὅτι τὸ ψεῦδος ψεύδει μὲν ἀκολουθεῖ, ἀληθεῖ δὲ οὐδαμῶς (Cfr. DL VII 81).