[7] ἐρωτηθεὶς τί τῶν μαθημάτων ἀναγκαιότατον, "τὸ περιαιρεῖν," ἔφη, "τὸ ἀπομανθάνειν." παρεκελεύετό τε κακῶς ἀκούοντας καρτερεῖν μᾶλλον ἢ εἰ λίθοις τις βάλλοιτο.
Ἔσκωπτέ τε Πλάτωνα ὡς τετυφωμένον. πομπῆς γοῦν γενομένης ἵππον θεασάμενος φρυακτήν φησι πρὸς τὸν Πλάτωνα, "ἐδόκεις μοι καὶ σὺ ἵππος ἂν εἶναι λαμπρυντής˙" τοῦτο δὲ ἐπεὶ καὶ συνεχὲς ὁ Πλάτων ἵππον ἐπῄνει. καί ποτ' ἐλθὼν πρὸς αὐτὸν νοσοῦντα καὶ θεασάμενος λεκάνην ἔνθα ὁ Πλάτων ἐμημέκει ἔφη, "χολὴν μὲν ὁρῶ ἐνταῦθα, τῦφον δὲ οὐχ ὁρῶ."

[7] Ἐρωτηθεὶς τί τῶν μαθημάτων ἀναγκαιότατον, [τὸ περιαιρεῖν] ἔφη˙ "Τὸ ἀπομανθάνειν τὰ κακά" Παρεκελεύετό τε κακῶς ἀκούοντας καρτερεῖν μᾶλλον ἢ εἰ λίθοις τις βάλλοιτο.
[3795] Ἔσκωπτέ τε Πλάτωνα ὡς τετυφωμένον. Πομπῆς οὖν γινομένης ἵππον θεασάμενος φρυακτήν φησι πρὸς τὸν Πλάτωνα˙ "Δόκεις μοι καὶ σὺ ἵππος ἂν εἶναι λαμπρυντής˙" τοῦτο δὲ εἶπεν ἐπεὶ [καὶ] συνεχὲς ὁ Πλάτων ἵππον ἐπῄνει. Καί ποτ' ἐλθὼν πρὸς αὐτὸν νοσοῦντα καὶ θεασάμενος [37910] λεκάνην ἔνθα ὁ Πλάτων ἐμημέκει ἔφη˙ "Χολὴν μὲν ὁρῶ ἐνταῦθα, τῦφον δὲ οὐχ ὁρῶ."