1.

[2.253] ὅταν οὖν οὕτως ἡμῖν συνερωτᾶται λόγος, καθ' ἑκάστην πρότασιν ἐφέξομεν, εἶτα τοῦ ὅλου συνερωτηθέντος λόγου τὰ 〈ἡμῖν〉 δοκοῦντα ἐπάξομεν. καὶ εἴγε οἱ περὶ τὸν Χρύσιππον δογματικοὶ (Cfr.
SVF fr. II 275 Arn. (ed).
) ἐν τῇ συνερωτήσει τοῦ σωρίτου προϊόντος τοῦ λόγου φασὶ δεῖν ἵστασθαι καὶ ἐπέχειν, ἵνα μὴ ἐκπέσωσιν εἰς ἀτοπίαν, πολὺ δήπου μᾶλλον ἂν ἡμῖν ἁρμόζον εἴη σκεπτικοῖς οὖσιν, ὑποπτεύουσιν ἀτοπίαν, μὴ προπίπτειν κατὰ τὰς συνερωτήσεις τῶν λημμάτων, ἀλλ' ἐπέχειν καθ' ἕκαστον ἕως τῆς ὅλης συνερωτήσεως τοῦ λόγου.