1.

[2.255] ὑπεμνήσαμεν γὰρ ἔμπροσθεν, ὅτι οὔτε τοὺς συνακτικοὺς λόγους δύνανται καταλαμβάνειν οὔτε ἀληθὲς εἶναί τι κρίνειν οἷοί τέ εἰσι, μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἔχοντες, ὡς ἐκ τῶν λεγομένων ὑπ' αὐτῶν ἐκείνων ὑπεμνήσαμεν. παρέλκει οὖν ὅσον ἐπὶ τούτοις ἡ θρυλουμένη παρὰ τοῖς διαλεκτικοῖς περὶ τῶν σοφισμάτων τεχνολογία.