1.

[2.256] Παραπλήσια δὲ καὶ ἐπὶ τῆς διαστολῆς τῶν ἀμφιβολιῶν λέγομεν. εἰ γὰρ ἡ ἀμφιβολία λέξις ἐστὶ δύο ἢ πλείω σημαίνουσα καὶ αἱ λέξεις σημαίνουσι θέσει (Cfr. § 214), ὅσας μὲν χρήσιμόν ἐστιν ἀμφιβολίας διαλύεσθαι, τουτέστι τὰς ἔν τινι τῶν ἐμπειριῶν, ταύτας οἱ καθ' ἑκάστην τέχνην ἐγγεγυμνασμένοι διαλύσονται, τὴν ἐμπειρίαν ἔχοντες αὐτοὶ τῆς ὑπ' αὐτῶν πεποιημένης θετικῆς χρήσεως τῶν ὀνομάτων κατὰ τῶν σημαινομένων,